Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.67 Dem. 25.70 (English) >>Dem. 25.73

25.69ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτʼ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. εἰ τοίνυν τις ὀφείλειν τινʼ ᾐτιᾶτο χρήματα, δʼ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθʼ αἵ τε συνθῆκαι καθʼ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθʼ ἂν ἀναιδῆ δηλονότι, εἰ δʼ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν. 25.70εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθʼ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δʼ σανὶς παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δʼ ἔτʼ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλʼ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαιʼ ἀφανίζειν ἐπιχειρῶν. 25.71οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν κρίσις οὐδʼ λόγος, ἀλλʼ εἰ ὀφείλει. δεινά γʼ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατʼ αὐτῶν· ἐὰν δέ τις μεγάλʼ ἠδικηκὼς , μίαν θεὶς δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρίʼ ἐστὶν τὰ ὀφλήμαθʼ ἐγγέγραπται καὶ ἐφʼ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύʼ ἐν ἀπογραφῇ πεποίηται, τὸ δʼ ἓν οὐδʼ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.67 Dem. 25.70 (English) >>Dem. 25.73

Powered by PhiloLogic